Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.45 Dem. 25.48 (English) >>Dem. 25.51

25.47ἀλλὰ μὴν ὅτι τοιοῦτος οὗτός ἐστιν εἰδότι σοι φράσω. τὴν καθʼ Ἡγήμονος εἰσαγγελίαν μέμνησαι ὡς ἀπέδοτο· τὰς κατὰ Δημάδου γραφὰς οἶσθʼ ὡς ἐξέλιπεν. τὸν ἐλαιοπώλην Ἀγάθωνα (ταυτὶ γὰρ τὰ πρώην) βοῶν καὶ κεκραγὼς καὶ ἰοὺ ἰού, πάντʼ ἄνω τε καὶ κάτω ποιῶν ἐν ταῖς ἐκκλησίαις ὡς δέον στρεβλοῦν, λαβὼν ὁτιδήποτε, παρὼν ὅτʼ ἀφίετο, ἄφωνος ἐγένετο. τὴν κατὰ Δημοκλέους εἰσαγγελίαν ἀνασείσας ποῖ ἔτρεψεν; ἄλλα μυρία, ὧν ἐμοὶ μὲν ἔργον ἁπάντων μνησθῆναι, σὺ δʼ εὖ οἶδʼ ὅτι καὶ τὰ ἀντίγραφʼ αὐτῶν ἔχεις, ἐργολαβῶν αὐτῷ. 25.48τίς οὖν τὸν τοιοῦτον σώσων πονηρὸς χρηστός; διὰ τί; τῶν μὲν γὰρ ὁμοίων προδότης, τῶν δὲ χρηστῶν ἐχθρὸς ἐκ φύσεως καὶ γένους· πλὴν εἰ συκοφάντου τις καὶ πονηροῦ σπέρμα καὶ ῥίζαν, ὡσπερανεὶ γεωργός, οἴεται δεῖν ὑπάρχειν τῇ πόλει. τοῦτο δʼ οὐ καλόν, ἄνδρες Ἀθηναῖοι, νομίζω δὲ μὰ τοὺς θεοὺς οὐδʼ ὅσιον· οὐδὲ γὰρ τοὺς προγόνους ὑπολαμβάνω τὰ δικαστήρια ταῦθʼ ὑμῖν οἰκοδομῆσαι, ἵνα τοὺς τοιούτους ἐν αὐτοῖς μοσχεύητε, ἀλλὰ τοὐναντίον ἵνʼ ἀνείργητε καὶ κολάζητε καὶ μηδεὶς ζηλοῖ μηδʼ ἐπιθυμῇ κακίας.

25.49δυσκατάπαυστον δέ τι κινδυνεύει πρᾶγμʼ εἶναι πονηρία. ὅπου γὰρ Ἀριστογείτων ἐπὶ τοῖς ὡμολογημένοις ἀδικήμασι κρίνεται καὶ οὐκ ἀπόλωλε πάλαι, τί χρὴ ποιεῖν λέγειν; ὃς εἰς τοῦθʼ ἥκει πονηρίας ὥστʼ ἐνδεδειγμένος ἤδη βοῶν, συκοφαντῶν, ἀπειλῶν οὐκ ἐπαύετο, οἷς μὲν ὑμεῖς τὰ μέγιστʼ ἐνεχειρίζετε στρατηγοῖς, ὅτι αὐτῷ ἀργύριον αἰτοῦντι οὐκ ἔδοσαν, οὐδὲ τῶν κοπρώνων ἂν ἐπιστάτας ἑλέσθαι φάσκων,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.45 Dem. 25.48 (English) >>Dem. 25.51

Powered by PhiloLogic